Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 20.114 Joseph. AJ 20.120 (English) >>Joseph. AJ 20.124

20.118

Γίνεται δὲ καὶ Σαμαρείταις πρὸς Ἰουδαίους ἔχθρα διʼ αἰτίαν τοιαύτην· ἔθος ἦν τοῖς Γαλιλαίοις ἐν ταῖς ἑορταῖς εἰς τὴν ἱερὰν πόλιν παραγινομένοις ὁδεύειν διὰ τῆς Σαμαρέων χώρας. καὶ τότε καθʼ ὁδὸν αὐτοῖς κώμης Γιναῆς λεγομένης τῆς ἐν μεθορίῳ κειμένης Σαμαρείας τε καὶ τοῦ μεγάλου πεδίου τινὲς συνάψαντες μάχην πολλοὺς αὐτῶν ἀναιροῦσιν. 20.119πυθόμενοι δὲ τὰ πραχθέντα τῶν Γαλιλαίων οἱ πρῶτοι πρὸς Κουμανὸν ἀφίκοντο καὶ παρεκάλουν αὐτὸν μετιέναι τῶν ἀνῃρημένων τὸν φόνον. δὲ χρήμασι πεισθεὶς ὑπὸ τῶν Σαμαρέων ὠλιγώρησεν. 20.120ἀγανακτήσαντες δὲ ἐπὶ τούτῳ Γαλιλαῖοι τὸ πλῆθος τῶν Ἰουδαίων ἔπειθον ἐφʼ ὅπλα χωρῆσαι καὶ τῆς ἐλευθερίας ἀντέχεσθαι· δουλείαν γὰρ καὶ καθʼ αὑτὴν μὲν πικρὰν ἔλεγον εἶναι, τὴν ἐφʼ ὕβρει δὲ παντάπασιν ἀφόρητον. 20.121τῶν δʼ ἐν τέλει καταπραΰνειν αὐτοὺς πειρωμένων καὶ πείσειν τὸν Κουμανὸν ἐπαγγελλομένων δίκας εἰσπράξασθαι παρὰ τῶν ἀνῃρηκότων, ἐκείνοις μὲν οὐ προσέσχον, ἀναλαβόντες δὲ τὰ ὅπλα καὶ βοηθεῖν Ἐλεάζαρον τὸν τοῦ Δειναίου παρακαλέσαντες, λῃστὴς δʼ οὗτος ἦν ἔτη πολλὰ τὴν διατριβὴν ἐν ὄρει πεποιημένος, κώμας τινὰς τῶν Σαμαρέων ἐμπρήσαντες διαρπάζουσι. 20.122Κουμανὸς δὲ τῆς πράξεως εἰς αὐτὸν ἀφικομένης ἀναλαβὼν τὴν τῶν Σεβαστηνῶν ἴλην καὶ πεζῶν τέσσαρα τάγματα τούς τε Σαμαρεῖς καθοπλίσας ἐξῆλθεν ἐπὶ τοὺς Ἰουδαίους, καὶ συμβαλὼν πολλοὺς μὲν αὐτῶν ἀπέκτεινεν πλείους δὲ ζῶντας ἔλαβεν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 20.114 Joseph. AJ 20.120 (English) >>Joseph. AJ 20.124

Powered by PhiloLogic